Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.29 Joseph. AJ 19.33 (English) >>Joseph. AJ 19.38

19.31Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δʼ ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν· ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρʼ αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν. 19.32διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπʼ ὀλίγοις ὀργῇ χρώμενος. καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δʼ ἄλλως καὶ διʼ αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου. 19.33τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ. 19.34καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας. 19.35Κυιντιλία δʼ ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι· διοίσειν γὰρ μετʼ ἀνδραγαθίας. βασανίζει δʼ αὐτὴν ὠμῶς Χαιρέας, ἄκων μέν, κατʼ ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαΐου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.29 Joseph. AJ 19.33 (English) >>Joseph. AJ 19.38

Powered by PhiloLogic